Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.13 Dem. 5.16 (English) >>Dem. 5.21

5.15καὶ πάντων ἥκιστα (καί μοι μὴ θορυβήσῃ μηδεὶς πρὶν ἀκοῦσαι) Θηβαίους, οὐχ ὡς ἡδέως ἔχουσιν ἡμῖν, οὐδʼ ὡς οὐκ ἂν χαρίζοιντο Φιλίππῳ, ἀλλʼ ἴσασιν ἀκριβῶς, εἰ καὶ πάνυ φησί τις αὐτοὺς ἀναισθήτους εἶναι, ὅτι, εἰ γενήσεται πόλεμος πρὸς ὑμᾶς αὐτοῖς, τὰ μὲν κακὰ πάνθʼ ἕξουσιν αὐτοί, τοῖς δʼ ἀγαθοῖς ἐφεδρεύων ἕτερος καθεδεῖται. οὔκουν προοῖντʼ ἂν αὑτοὺς εἰς τοῦτο, μὴ κοινῆς τῆς ἀρχῆς καὶ τῆς αἰτίας οὔσης τοῦ πολέμου. 5.16οὐδέ γʼ εἰ πάλιν πρὸς τοὺς Θηβαίους πολεμήσαιμεν διʼ Ὠρωπὸν τι τῶν ἰδίων, οὐδὲν ἂν ἡμᾶς παθεῖν ἡγοῦμαι· καὶ γὰρ ἡμῖν κἀκείνοις τοὺς βοηθοῦντας ἂν οἶμαι, εἰς τὴν οἰκείαν εἴ τις ἐμβάλοι, βοηθεῖν, οὐ συνεπιστρατεύσειν οὐδετέροις. καὶ γὰρ αἱ συμμαχίαι τοῦτον ἔχουσι τὸν τρόπον, ὧν καὶ φροντίσειεν ἄν τις, καὶ τὸ πρᾶγμα φύσει τοιοῦτόν ἐστιν· 5.17οὐκ ἄχρι τῆς ἴσης ἕκαστός ἐστιν εὔνους οὔθʼ ἡμῖν οὔτε Θηβαίοις, σῶς τʼ εἶναι καὶ κρατεῖν τῶν ἄλλων, ἀλλὰ σῶς μὲν εἶναι πάντες ἂν βούλοινθʼ ἕνεχʼ αὑτῶν, κρατήσαντας δὲ τοὺς ἑτέρους δεσπότας ὑπάρχειν αὑτῶν οὐδὲ εἷς. τί οὖν ἡγοῦμαι φοβερὸν καὶ τί φυλάξασθαι δεῖν ἡμᾶς; μὴ κοινὴν πρόφασιν καὶ κοινὸν ἔγκλημʼ μέλλων πόλεμος πρὸς ἅπαντας λάβῃ. 5.18εἰ γὰρ Ἀργεῖοι μὲν καὶ Μεσσήνιοι καὶ Μεγαλοπολῖται καί τινες τῶν λοιπῶν Πελοποννησίων, ὅσοι ταὐτὰ τούτοις φρονοῦσι, διὰ τὴν πρὸς Λακεδαιμονίους ἡμῖν ἐπικηρυκείαν ἐχθρῶς σχήσουσι καὶ τὸ δοκεῖν ἐκδέχεσθαί τι τῶν ἐκείνοις πεπραγμένων, Θηβαῖοι δʼ ἔχουσι μέν, ὡς λέγουσιν, ἀπεχθῶς, ἔτι δʼ ἐχθροτέρως σχήσουσιν, ὅτι τοὺς παρʼ ἐκείνων φεύγοντας σῴζομεν καὶ πάντα τρόπον τὴν δυσμένειαν ἐνδεικνύμεθʼ αὐτοῖς,


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 5.13 Dem. 5.16 (English) >>Dem. 5.21

Powered by PhiloLogic